Воскресные тропари по Непорочных, гл.5 (исполнитель: Неизвестен)
ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α' • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα. • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες, μ