Hymnus Nemesis (исполнитель: Musica Romana)
Νέμεσι πτερόεσσα βίου ῥοπά, κυανῶπι θεά, θύγατερ Δίκας, ἃ κοῦφα φρυάγματα θνατῶν ἐπέχεις ἀδάμαντι χαλινῷ, ἔχθουσα δ᾽ ὕβριν ὀλοὰν βροτῶν μέλανα φθόνον ἐκτὸς ἐλαύνεις. ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ χαροπὰ μερόπων στρέφεται τύχα, λήθουσα δὲ πὰρ πόδα βαίνεις, γαυρούμενον αὐχένα κλίνεις. ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς, νεύεις δ᾽ ὑπὸ κόλπον ὄφρυν ἀεί ζυγὸν μετὰ χεῖρα κρατοῦσα. ἵλαθι μάκαιρα δικασπόλε Νέμεσι πτερόεσσα βίου ῥοπά. Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν, Νίκην τανυσίπτερον ὀμβρίμαν νημερτέα καὶ πάρεδρον Δίκας, ἃ τὰν μεγαλανορίαν βροτῶν νεμεσῶσα φέρεις κατὰ ταρτάρου. Перевод - [bad word] /www.library [bad [bad word] volsnx/Vostok/txt/so11_19.html